Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.252 Joseph. AJ 18.257 (English) >>Joseph. AJ 18.262

18.255 δὲ ὀργῇ τοῦ μεγαλόφρονος αὐτὴν ποιησάμενος συνήλαυνεν καὶ αὐτὴν τῷ Ἡρώδῃ καὶ τὴν οὐσίαν αὐτῆς τῷ Ἀγρίππᾳ δίδωσιν. Ἡρωδιάδι μὲν δὴ φθόνου τοῦ πρὸς τὸν ἀδελφὸν καὶ Ἡρώδῃ γυναικείων ἀκροασαμένῳ κουφολογιῶν δίκην ταύτην ἐπετίμησεν θεός. 18.256Γάιος δὲ τὸν μὲν πρῶτον ἐνιαυτὸν καὶ τὸν ἑξῆς πάνυ μεγαλοφρόνως ἐχρῆτο τοῖς πράγμασιν καὶ μέτριον παρέχων αὑτὸν εἰς εὔνοιαν πολλὴν προυχώρει παρά τε Ῥωμαίοις αὐτοῖς καὶ τοῖς ὑπηκόοις. προϊὼν δʼ ἐξίστατο τοῦ ἀνθρωπίνως φρονεῖν ὑπὸ μεγέθους τῆς ἀρχῆς ἐκθειάζων ἑαυτὸν καὶ τὰ πάντα ἐπʼ ἀτιμίᾳ τοῦ θείου πολιτεύειν ἦρτο. 18.257

Καὶ δὴ στάσεως ἐν Ἀλεξανδρείᾳ γενομένης Ἰουδαίων τε οἳ ἐνοικοῦσι καὶ Ἑλλήνων τρεῖς ἀφʼ ἑκατέρας τῆς στάσεως πρεσβευταὶ αἱρεθέντες παρῆσαν ὡς τὸν Γάιον. καὶ ἦν γὰρ τῶν Ἀλεξανδρέων πρέσβεων εἷς Ἀπίων, ὃς πολλὰ εἰς τοὺς Ἰουδαίους ἐβλασφήμησεν ἄλλα τε λέγων καὶ ὡς τῶν Καίσαρος τιμῶν περιορῷεν· 18.258πάντων γοῦν ὁπόσοι τῇ Ῥωμαίων ἀρχῇ ὑποτελεῖς εἶεν βωμοὺς τῷ Γαΐῳ καὶ νεὼς ἱδρυμένων τά τε ἄλλα πᾶσιν αὐτὸν ὥσπερ τοὺς θεοὺς δεχομένων, μόνους τούσδε ἄδοξον ἡγεῖσθαι ἀνδριᾶσι τιμᾶν καὶ ὅρκιον αὐτοῦ τὸ ὄνομα ποιεῖσθαι. 18.259πολλὰ δὲ καὶ χαλεπὰ Ἀπίωνος εἰρηκότος, ὑφʼ ὧν ἀρθῆναι ἤλπιζεν τὸν Γάιον καὶ εἰκὸς ἦν, Φίλων προεστὼς τῶν Ἰουδαίων τῆς πρεσβείας, ἀνὴρ τὰ πάντα ἔνδοξος Ἀλεξάνδρου τε τοῦ ἀλαβάρχου ἀδελφὸς ὢν καὶ φιλοσοφίας οὐκ ἄπειρος, οἷός τε ἦν ἐπʼ ἀπολογίᾳ χωρεῖν τῶν κατηγορημένων. διακλείει δʼ αὐτὸν Γάιος κελεύσας ἐκποδὼν ἀπελθεῖν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.252 Joseph. AJ 18.257 (English) >>Joseph. AJ 18.262

Powered by PhiloLogic